Ancient Greek · ~2 min
1.56 to 1.57
Philo Judaeus, De somniis (lib. i‑ii) 1.56-57
Not analysed yet
πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μανίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ’ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ. ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυνημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα ὅττί τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, καταγαγὼν δ’ ἀπ’ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ’ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς.