Ancient Greek · ~2 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.68
Not analysed yet
τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ“ (Gen. 28,11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ —μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκπεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες —οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτομαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι.