Ancient Greek · ~3 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.91
Not analysed yet
ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ’ ἐξ αὑτῆς εἴτε καὶ ὑφηγησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγκοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ’ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε —μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πραχθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν αὐτῷ —,κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν