# De somniis (lib. i‑ii) 155-158

Philo Judaeus, De somniis (lib. i‑ii), 155 to 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/155

Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πόσεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ. σφόδρα δ’ ἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσάγονται· πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκάτερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν. ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέγονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι. ὁ μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, ὁ δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, ὁ μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, ὁ δ’ ἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17).

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
