# De somniis (lib. i‑ii) 249-252

Philo Judaeus, De somniis (lib. i‑ii), 249 to 252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/249

καὶ ψυχῇ δ’ εὐδαίμονι τὸ ἱερώτατον ἔκπωμα προτεινούσῃ τὸν ἑαυτῆς λογισμὸν τίς ἐπιχεῖ τοὺς ἱεροὺς κυάθους τῆς πρὸς ἀλήθειαν εὐφροσύνης, ὅτι μὴ ὁ οἰνοχόος τοῦ θεοῦ καὶ συμποσίαρχος λόγος, οὐ διαφέρων τοῦ πόματος, ἀλλ’ αὐτὸς ἄκρατος ὤν, τὸ γάνωμα, τὸ ἥδυσμα, ἡ ἀνάχυσις, ἡ εὐθυμία, τὸ χαρᾶς, τὸ εὐφροσύνης ἀμβρόσιον, ἵνα καὶ αὐτοὶ ποιητικοῖς ὀνόμασι χρησώμεθα, φάρμακον; ἡ δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἧς μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ ὄντος πόλιν ἐν κλίμασι γῆς — οὐ γὰρ ἐκ ξύλων ἢ λίθων δεδημιούργηται —, ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ὀξυδορκούσῃ τέλος προτεθειμένῃ τὸν [δὲ] θεωρητικὸν καὶ εἰρηναῖον βίον. ἐπεὶ καὶ τίνα σεμνότερον καὶ ἁγιώτερον εὕροι τις ἂν οἶκον ἐν τοῖς οὖσι θεῷ ἢ φιλοθεάμονα διάνοιαν, πάνθ’ ὁρᾶν ἐπειγομένην καὶ μηδὲ ὄναρ στάσεως ἢ ταραχῆς ἐφιεμένην; ὑπηχεῖ δέ μοι πάλιν τὸ εἰωθὸς ἀφανῶς ἐνομιλεῖν πνεῦμα ἀόρατον καί φησιν· ὦ οὗτος, ἔοικας ἀνεπιστήμων εἶναι καὶ μεγάλου καὶ περιμαχήτου πράγματος, ὅπερ ἀφθόνως — πολλὰ γὰρ καὶ ἄλλα εὐκαίρως ὑφηγησάμην — ἀναδιδάξω.

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
