# De somniis (lib. i‑ii) 286-290

Philo Judaeus, De somniis (lib. i‑ii), 286 to 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/286

κέκληται δὲ ὁ τόπος „σύγχυσις“, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγεμόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δ’ ἐαθεῖσαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται; καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγεσθαι; οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν σκεδάννυνται καὶ διαφθείρονται. εἶτ’ οἰόμεθα τοῖς μὲν περιγείοις, ἃ βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι; δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ * * * ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκαθαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
