# De somniis (lib. i‑ii) 299-302

Philo Judaeus, De somniis (lib. i‑ii), 299 to 302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/299

ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσήματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατ’ ὀλίγον ἐκζωπυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δ’ ἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, αἷς ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν. Ἑξῆς δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δ’ Εὐφράτην ἤ τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15) * * *. καίτοι τινὲς ἴσως ἐπιχλευάζοντες ἐροῦσι, μὴ δεῖν τὰ τοιαῦτα εἰς τὰς ζητήσεις εἰσάγειν· γλισχρολογίαν γὰρ μᾶλλον ἢ ὠφέλειάν τινα ἐμφαίνειν. ἐγὼ δὲ τὰ τοιαῦτα ἡδυσμάτων τρόπον παρηρτύσθαι ταῖς ἱεραῖς ἀναγραφαῖς βελτιώσεως ἕνεκα τῶν ἐντυγχανόντων ὑπολαμβάνω· καὶ οὐδεμίαν τῶν ζητούντων καταγνωστέον εὑρεσιλογίαν, ἀλλ’ εἰ μὴ ζητοῖεν, ἔμπαλιν ἀργίαν. οὐδὲ γὰρ περὶ ποταμῶν ἐστιν ἱστορίας ἡ παροῦσα σπουδή, περὶ δὲ βίων τῶν εἰκαζομένων ποταμίοις ῥεύμασιν, ἐναντιουμένων ἀλλήλοις. ὁ μὲν γὰρ τοῦ σπουδαίου βίος ἐν ἔργοις, ἐν λόγοις δὲ ὁ τοῦ φαύλου θεωρεῖται. λόγος δὲ γλώττῃ καὶ στόματι καὶ χείλεσι καὶ τοῖς * * *.

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
