# De somniis (lib. i‑ii) 68-73

Philo Judaeus, De somniis (lib. i‑ii), 68 to 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/68

τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ὦ ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπειδὰν ἄρξηται τῶν γεννητικῶν ἢ γενέσεως ἢ ἀνθρωπείων σπουδασμάτων ἐπιλαμβάνεσθαι. πολλάκις γὰρ ὑφ’ * * * προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρ’ ἡμᾶς τὸ σπείρειν ἐνόμισεν, εἶθ’ ὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν. οὐχ ὁρᾷς, ὅτι ὁ γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου δὴ τοῦτο, δακτύλῳ ψαύσῃς. ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουργίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον ἢ θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον,“ εἶτ’ ἐπιφέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 2, 1. 2). ἆρ’ οὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλ’ οὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ἡ ψυχή. τίς οὖν ἡ ψυχῆς ἀσωμάτου θυσία; τίς ἢ σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
