# De somniis (lib. i‑ii) 75-81

Philo Judaeus, De somniis (lib. i‑ii), 75 to 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-somniis-lib-i-ii/75

διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅταν“ γάρ φησιν „εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα“ (Lev. 23, 10), τὸ δέ ἐστιν· ὅταν εἰσέλθῃς, ὦ διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείρας’ ἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτέστι μὴ ἀναθῇς μηδ’ ἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἢ ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν ἀναπείθοντι. καὶ λέγεται „τὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν“ αὐτῶν, ἀλλ’ οὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθ’ ὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες. Ἀλλ’ ὅ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξάραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρ’ ἑκάστοις πραγμάτων· εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθ’ ὑπάγεσθαι μηχανῶνται. διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα“ (ibid.). τέθηπε γὰρ ὁ μὲν αἰδοῦς ἐραστὴς τὸν σκληραύχενα, ὁ δὲ εὐλαβὴς τὸν αὐθάδη, ὁ δὲ ἰσότητα τιμῶν τὸν ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτ’ εἰκότως· ἅτε γὰρ θεωρὸς ὢν οὐ μόνον τοῦ ἀνθρωπείου βίου ἀλλὰ καὶ τῶν ἐν κόσμῳ συμπάντων ὁ ἀστεῖος οἶδεν ὅσον εἴωθε πνεῖν ἀνάγκη, τύχη, καιρός, βία, δυναστεία, καὶ ὅσας ὑποθέσεις καὶ ἡλίκας εὐπραγίας ἀπνευστὶ δραμούσας ἄχρις οὐρανοῦ κατέσεισαν καὶ κατέρραξαν.

---

Philo Judaeus, De somniis (lib. i‑ii), ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg019.local001/.
