Ancient Greek
Περὶ θυόντων. to 258
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) Περὶ θυόντων.-258
Not analysed yet
Βούλεται τὸν ἀνάγοντα θυσίας ὁ νόμος καθαρὸν εἶναι σῶμα καὶ ψυχήν, ψυχὴν μὲν ἀπό τε τῶν παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων καὶ κακιῶν τῶν ἔν τε λόγοις καὶ πράξεσι, τὸ δὲ σῶμα ἀφ’ ὧν ἔθος αὐτῷ μιαίνεσθαι. κάθαρσιν δ’ ἐπενόησεν ἑκατέρῳ τὴν προσήκουσαν, ψυχῇ μὲν διὰ τῶν πρὸς τὰς θυσίας εὐτρεπιζομένων ζῴων, σώματι δὲ διὰ λουτρῶν καὶ περιρραντηρίων, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν· ἄξιον γὰρ τῷ κρείττονι καὶ ἡγεμονικωτέρῳ τῶν ἐν ἡμῖν, ψυχῇ, καὶ τὰ τῶν λόγων ἀπονεῖμαι πρεσβεῖα. τίς οὖν ἡ ταύτης κάθαρσις;