Ancient Greek
Περὶ κλοπῆς. to 4
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) Περὶ κλοπῆς.-4
Not analysed yet
Τὰ μὲν ἐπὶ μοιχείᾳ καὶ ἀνδροφονίᾳ καὶ ὅσα ἑκατέρᾳ τούτων ὑποστέλλει νόμιμα μετὰ πάσης ἀκριβείας, ὥς γε ἐμαυτὸν πείθω, λέλεκται πρότερον. τὸ δ’ ἑπόμενον τῇ τάξει συνεπισκεπτέον, ὅ τι τρίτον μέν ἐστι τῶν ἐπὶ τῇ δευτέρᾳ στήλῃ, τῶν δ’ ἐν ἀμφοτέραις ὄγδοον, περὶ τοῦ μὴ κλέπτειν. ὃς ἂν ἄγῃ ἢ φέρῃ τὰ ἑτέρου, μὴ δέον, ἐὰν μὲν βίᾳ καὶ φανερῶς τοῦτο ποιῇ, κοινὸς ἀναγραφέσθω πολέμιος, [γεγράφθω] παρανομίᾳ συνυφαίνων ἀναίσχυντον θράσος, ἐὰν δὲ κρύφα, λανθάνειν ἐπιχειρῶν φωρὸς τρόπον, δῐ αἰδῶ προκάλυμμα ποιούμενος τῶν ἁμαρτημάτων τὸ σκότος, ἰδίᾳ κολαζέσθω μόνον ὢν ὑπόδικος ὧν ἐπεχείρησε βλάπτειν καὶ κατατιθέτω διπλοῦν τὸ φώριον, ἄδικον ὠφέλειαν ἐξιώμενος βλάβῃ δικαιοτάτῃ. ἐὰν δὲ ἄπορος ὢν ἐκτίνειν ἀδυνατῇ τό γε ἐπιτίμιον, πιπρασκέσθω —θέμις γὰρ ἐλευθερίας στέρεσθαι τὸν ὑπομείναντα κέρδους παρανομωτάτου δοῦλον εἶναι —,ἵνα μηδ’ ὁ πεπονθὼς κακῶς ἀπαρηγόρητος ἀφεθεὶς διὰ τὴν τοῦ κεκλοφότος ἀχρηματίαν ὀλιγωρεῖσθαι δοκῇ. ἀλλὰ μηδεὶς ἀπανθρωπίαν καταγνώτω τοῦ διατάγματος· ὁ γὰρ πραθεὶς οὐκ εἰς ἅπαν ἐᾶται δοῦλος, ἀλλ’ ἐντὸς ἑπταετίας ἀπαλλάττεται κοινῷ κηρύγματι, καθάπερ ἐν τοῖς περὶ ἑβδόμης ἐδήλωσα.