Ancient Greek · ~3 min
Περὶ τοῦ μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν. to 282
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) Περὶ τοῦ μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν.-282
Not analysed yet
Πάνυ καλῶς ἐν ταῖς ἱεραῖς τοῦ νόμου στήλαις κἀκεῖνο ἀναγέγραπται, μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν πεπρακυίας τὴν ἰδίαν ὥραν, ἑλομένης ἕνεκα λημμάτων αἰσχρῶν ἐπονείδιστον βίον. εἰ δὲ τὰ παρὰ γυναικὸς ἡταιρηκυίας δῶρα ἀνίερα, πῶς οὐχὶ μᾶλλον τὰ παρὰ ψυχῆς πεπορνευμένης, ἥτις παρέρριψεν ἑαυτὴν ἐπ’ αἰσχύνῃ καὶ ὕβρεσι ταῖς ἐσχάταις, οἰνοφλυγίαις, ὀψοφαγίαις, φιλαργυρίαις, φιλοδοξίαις, φιληδονίαις, ἄλλαις μυρίαις παθῶν τε αὖ καὶ νοσημάτων καὶ κακιῶν ἰδέαις; ὧν τὰ μιάσματα ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος; ἔγωγε οὐκ οἶδα. τῶν μὲν γὰρ ἑταιρῶν τὴν ἐργασίαν κατέλυσε πολλάκις γῆρας, ἐπειδήπερ ἐξώροις γενομέναις οὐδεὶς ἔτι πρόσεισιν, ἀπομαρανθείσης ὥσπερ τινῶν ἀνθῶν τῆς ἀκμῆς· ψυχῆς δὲ πορνείαν ἀκολασίᾳ συντρόφῳ καὶ συνήθει πεπαιδοτριβημένης τίς ἂν αἰὼν μεταβάλοι πρὸς εὐκοσμίαν; αἰὼν μὲν οὔ, θεὸς δὲ μόνος, ᾧ δυνατὰ τὰ παρ’ ἡμῖν ἀδύνατα.