# De specialibus legibus (lib. i‑iv) 11-2

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/11-2

ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν δοκῇ· "σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος.“ ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
