# De specialibus legibus (lib. i‑iv) 132-134

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 132 to 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/132

ἃ δὲ προτίθησιν ἆθλα καὶ ἀριστεῖα ταῦτ’ ἐστί. πρῶτον μὲν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν ἑτοίμην· κελεύει γὰρ τοὺς σιτοπονοῦντας ἀπὸ παντὸς στέατός τε καὶ φυράματος ἄρτον ἀφαιρεῖν ἀπαρχὴν εἰς ἱερέων χρῆσιν, προνοούμενος ἅμα καὶ τῆς εἰς εὐσέβειαν ἀγούσης ὁδοῦ νομίμῳ διδασκαλίᾳ τῶν ἀφαιρούντων. ἐθιζόμενοι γὰρ ἀεὶ καὶ τῆς ἀναγκαίας τροφῆς ἀπάρχεσθαι τὴν θεοῦ μνήμην ἄληστον ἕξουσιν, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν. πολυανθρωποτάτου δ’ ἔθνους ἀναγκαῖον εἶναι καὶ τὰς ἀπαρχὰς ἀφθόνους, ὡς καὶ τὸν ἀπορώτατον τῶν ἱερέων ἕνεκα περιουσίας τροφῶν εὐπορώτατον δοκεῖν εἶναι. δεύτερον δὲ προστάττει καὶ ἀπὸ τῆς ἄλλης ἁπάσης κτήσεως ἀπάρχεσθαι, καθ’ ἑκάστην μὲν ληνὸν οἶνον, καθ’ ἑκάστην δ’ ἅλωνα σῖτόν τε καὶ κριθήν, ὁμοίως δ’ ἐξ ἐλαιῶν ἔλαιον καὶ ἀπὸ τῶν ἄλλων ἀκροδρύων ἡμέρους καρπούς, ἵνα μὴ τἀναγκαῖα μόνον ἔχοντες αὐχμηρότερον ἀποζῶσιν, ἀλλὰ καὶ τῶν πρὸς ἁβροδίαιτον βίον εὐποροῦντες ἱλαρώτερον ἐξ ἀφθόνων τρυφῶσι μετὰ κόσμου τοῦ προσήκοντος.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
