# De specialibus legibus (lib. i‑iv) 143-3-146

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 143 to 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/143-3

Θαυμασιώτατον δὲ κἀκεῖνο διαγορεύει τὸ μηδὲν προστιθέναι καὶ ἀφαιρεῖν, ἀλλ’ ἐν ἴσῳ καὶ ὁμοίῳ διαφυλάττειν ἀκίνητα τὰ ἐξ ἀρχῆς ὁρισθέντα νόμιμα· συμβαίνει γάρ, ὡς ἔοικε, τὴν μὲν πρόσθεσιν τῶν ἀδίκων, τὴν δ’ ἀφαίρεσιν γίνεσθαι τῶν δικαίων· οὐδὲν γάρ ἐστιν ὃ παραλέλειπται τῷ σοφῷ νομοθέτῃ πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν δικαιοσύνης. αἰνίττεται μέντοι καὶ ταῖς ἄλλαις ἀρεταῖς ἀκρότητας· ἑκάστη γὰρ αὐτῶν ἀνελλιπής ἐστι καὶ πλήρης, τὸ ἐντελὲς ἔχουσα ἐξ αὑτῆς, ὡς, εἰ γένοιτο προσθήκη τις καὶ ἀφαίρεσις, ὅλην δι’ ὅλων τρέπεσθαι καὶ μεταβάλλεσθαι πρὸς τὴν ἐναντίαν ἕξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· τὴν ἀνδρείαν, ἀρετὴν περὶ τὰ δεινὰ πραγματευομένην, ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται, τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην. ἀλλ’ ἐάν τις εἴξας ἀμαθίᾳ τῇ δι’ ἀλαζονείαν, ὡς δὴ περιττὸς καὶ ἱκανὸς ἐπανορθοῦσθαι τὰ ἀνεπιδεᾶ, προστιθέναι ἢ ἀφαιρεῖν τι τολμᾷ, σύμπασαν ἀλλάσσει τὴν εἰκόνα μετατυπώσας αἰσχρὸν ἀντὶ καλοῦ χαρακτῆρος· ἀπεργάσεται γὰρ τῇ μὲν προσθέσει θρασύτητα, τῇ δ’ ἀφαιρέσει δειλίαν, μηδ’ ὄνομα τῆς βιωφελεστάτης ἀνδρείας καταλιπών.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
