# De specialibus legibus (lib. i‑iv) 178-3

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/178-3

ἥδε μὲν αἰτία ἣ παρὰ πολλοῖς εἴωθε λέγεσθαι· ἑτέραν δὲ ἤκουσα θεσπεσίων ἀνδρῶν τὰ πλεῖστα τῶν ἐν τοῖς νόμοις ὑπολαμβανόντων εἶναι σύμβολα φανερὰ ἀφανῶν καὶ ῥητὰ ἀρρήτων. ἦν δὲ τοιάδε· ψυχῆς, ὥσπερ ἐν ταῖς συγγενείαις, ἡ μέν ἐστιν ἄρρην καὶ πρὸς ἀνδρῶν, ἡ δὲ θήλεια καὶ πρὸς γυναικῶν· ἄρρην μὲν ἡ μόνῳ θεῷ προσκληροῦσα ἑαυτὴν ὡς πατρὶ καὶ ποιητῇ τῶν ὅλων καὶ πάντων αἰτίῳ, θήλεια δὲ ἡ ἐκκρεμαμένη τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ ἀποτείνουσα καθάπερ χεῖρα τὴν δύναμιν αὑτῆς, ἵνα τυφλῶς τῶν ἐπιτυχόντων ἐφάπτηται, γένεσιν δεξιουμένη τὴν τροπαῖς ἀμυθήτοις χρωμένην καὶ μεταβολαῖς, δέον τὴν ἀμετάβλητον καὶ μακαρίαν καὶ τρισευδαίμονα θείαν φύσιν.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
