# De specialibus legibus (lib. i‑iv) 184-2-188

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 184 to 188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/184-2

σύμβολον δ’ ἐστὶ καὶ ἄλλων ἡ ζύμη δυεῖν· ἑνὸς μὲν ἐντελεστάτης καὶ ὁλοκλήρου τροφῆς, ἧς οὐκ ἔστιν εὑρεῖν ἐν τῇ καθ’ ἡμέραν χρήσει κρείττονα καὶ λυσιτελεστέραν· κράτιστος δὲ καὶ ὁ τοῦ σίτου καρπὸς ἐν σπαρτοῖς, ὡς ἁρμόττειν ὑπὲρ τοῦ ἀρίστου ποιεῖσθαι τὴν ἀρίστην ἀπαρχήν. ἕτερον δὲ συμβολικώτερον· πᾶν τὸ ἐζυμωμένον ἐπαίρεται· χαρὰ δὲ ψυχῆς ἐστιν εὔλογος ἔπαρσις· ἐπ’ οὐδενὶ δὲ τῶν ὄντων μᾶλλον χαίρειν πέφυκεν ἄνθρωπος ἢ εὐπορίᾳ καὶ ἀφθονίᾳ τῶν ἀναγκαίων· ἐφ’ οἷς ἄξιον γεγηθότας εὐχαριστεῖν, ποιουμένους ἀοράτου τῆς περὶ τὴν διάνοιαν εὐπαθείας αἰσθητὴν διὰ τῶν ἐζυμωμένων ἄρτων εὐχαριστίαν. ἄρτοι δ’ εἰσὶν [ἀλλ’ οὐ σῖτος] ἡ ἀπαρχή, διὰ τὸ μηδὲν ἔτι ἐνδεῖν τῶν εἰς ἀπόλαυσιν τροφῆς, σίτου γεγονότος· λέγεται γὰρ ὅτι τῶν σπαρτῶν ἁπάντων τελευταῖος ὁ πυρὸς γεννᾶσθαι πέφυκε καὶ πρὸς ἄμητον παρίστασθαι. δύο δ’ εἰσὶν ἄριστα δυοῖν χρόνων χαριστήρια, τοῦ τε παρεληλυθότος, ἐν ᾧ τῶν ἐξ ἐνδείας καὶ λιμοῦ κακῶν οὐκ ἐπειράθημεν ἐν εὐετηρίᾳ διάγοντες, καὶ τοῦ μέλλοντος, διότι τὰς εἰς αὐτὸν χορηγίας καὶ παρασκευὰς εὐτρεπισάμεθα καὶ γέμοντες χρηστῶν ἐλπίδων ταμιευόμεθα τὰς τοῦ θεοῦ δωρεὰς εἰς τὴν καθ’ ἡμέραν προφέροντες αἰεὶ δίαιταν, ὅσων ἂν ᾖ χρεία κατὰ νόμους τῆς οἰκονομικῆς ἀρετῆς. Ἑξῆς ἐστιν ἱερομηνία, καθ’ ἣν ἅμα ταῖς ἀναγομέναις θυσίαις ἐν τῷ ἱερῷ σαλπίζειν ἔθος· ἀφ’ οὗ καὶ „σαλπίγγων“ ἐτύμως ἑορτὴ προσαγορεύεται, διττὸν λόγον ἔχουσα, τὸν μὲν ἴδιον τοῦ ἔθνους, τὸν δὲ κοινὸν ἀνθρώπων ἁπάντων· ἴδιον μὲν ὑπόμνησιν τεραστίου καὶ μεγαλουργηθέντος ἔργου, καθ’ ὃν χρόνον τὰ λόγια τῶν νόμων ἐθεσπίζετο·

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
