# De specialibus legibus (lib. i‑iv) 192-3-194

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 192 to 194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/192-3

μέγιστον μὲν δὴ τοῦτο τῷ βίῳ τῶν ἀνθρώπων ἀγαθὸν ὄψις παρέχεται· δοκεῖ δέ μοι ταύτης ἠξιῶσθαι τῆς προνομίας, ἐπειδὴ τῶν ἄλλων αἰσθήσεων συγγενεστέρα ψυχῇ καθέστηκεν· ἅπασαι μὲν γὰρ τὴν πρὸς διάνοιαν ἔχουσιν οἰκειότητα, αὕτη δὲ καθάπερ ἐν ταῖς οἰκίαις τὴν ἐγγυτάτω γένους πρώτην καὶ ἀνωτάτω τάξιν εἴληχε. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ πολλῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι χαιρόντων μὲν ὀφθαλμοὶ γανοῦνται καὶ μειδιῶσι, λυπουμένων δὲ συννοίας γέμουσι καὶ κατηφείας; εἰ δὲ πλεονάζοι καὶ πιέζοι καὶ ἀναθλίβοι τὸ ἄχθος, ἐκδακρύουσι καὶ κρατούσης μὲν ὀργῆς οἰδοῦσι καὶ ὕφαιμον καὶ πυρωπὸν ἐμβλέπουσιν, ἵλεων δὲ καὶ εὐμενές, εἰ χαλάσαι ὁ θυμός. καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ σκοπεῖν αἱ κόραι πεπήγασι τρόπον τινὰ συνεννοοῦσαι, τῶν δὲ εὐηθεστέρων ὑπ’ ἠλιθιότητος πλάζεται καὶ ἡ ὅρασις οὐκ ἠρεμοῦσα· καὶ συνόλως τοῖς τῆς ψυχῆς πάθεσι συμπάσχουσιν ὀφθαλμοὶ καὶ ταῖς ἀμυθήτοις τροπαῖς συμμεταβάλλειν πεφύκασι διὰ τὴν οἰκειότητα· δοκεῖ γάρ μοι μηδὲν οὕτως ὁ θεὸς ἐμφανὲς ἀφανοῦς ἀπεργάσασθαι μίμημα

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
