# De specialibus legibus (lib. i‑iv) 209-4-211

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 209 to 211. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/209-4

συμβαίνει γοῦν κατὰ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀφαυαίνεσθαι προανθήσαντα, τὰ δὲ βλαστάνειν προαφαυανθέντα· χειμῶνι μὲν γὰρ φυλλορροούντων δένδρων τὰ σπαρτὰ ἀνθεῖ, ἔαρι δὲ κατὰ τοὐναντίον αὐαινομένων ὅσα σπαρτὰ βλαστάνουσιν αἱ δένδρων ἡμέρων τε καὶ ἀγρίων ὗλαι· καὶ σχεδὸν ὁ αὐτὸς ὅρος ἐστίν, ἐν ᾧ οἱ μὲν τῶν σπαρτῶν καρποὶ τελειοῦνται, οἱ δὲ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν. εἰκότως οὖν τὰ τοσοῦτον ἀλλήλων διηρτημένα καὶ ταῖς φύσεσι καὶ ταῖς ἀνθήσεσι καὶ τοῖς εἰς τὸ γεννᾶν τὰ οἰκεῖα καιροῖς διέζευξε καὶ διῴκισε τάξιν ἐξ ἀταξίας εἰσηγούμενος· τάξει μὲν γὰρ συγγενὲς κόσμος, ἀταξίᾳ δὲ τὸ ἄκοσμον. δεύτερον δέ, ἵνα μὴ ἑκάτερα τὰ εἴδη βλάπτηταί τε καὶ ἀντιβλάπτῃ, τὴν τροφὴν τὰ ἕτερα τῶν ἑτέρων παρασπώμενα, ἧς κατακερματιζομένης, οἷα ἐν λιμῷ καὶ σπάνει, ἀναγκαίως τὰ φυτὰ πάντα διὰ πάντων ἐξασθενήσει καὶ ἢ στείρωσιν ἐνδέξεται πρὸς τὸ παντελὲς ἀφορήσαντα ἢ εὐγενεῖς καρποὺς οὐδέποτε οἴσει προεξασθενήσαντα ταῖς ἐνδείαις.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
