# De specialibus legibus (lib. i‑iv) 23-3-27

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 23 to 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/23-3

καὶ ἀγαπάτω τοῦθ’ ὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον ἢ φυγὴν ἢ τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλ’ αὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ. προφάσεις γὰρ ἀεὶ ζητῶν, αἷς ἐπελαφριεῖ τὰ ἀτυχήματα, δι’ ὑπερβάλλουσαν ἡμερότητα καὶ τὴν ἐκ φύσεως καὶ μελέτης φιλανθρωπίαν, εὗρεν ἀπολογίαν οὐκ ἀπῳδὸν ὑπὲρ τοῦ νομέως, τὴν φύσιν τῶν θρεμμάτων ἄλογον οὖσαν καὶ ἀπειθῆ, καὶ μάλισθ’ ὅταν ὀρέγηται τροφῆς. ἔστω μὲν οὖν ὑπόδικος, ὅτι τὴν ἀρχὴν ἤλασε τὴν ἀγέλην εἰς ἀνεπιτήδειον χωρίον· μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν μὲν τοῦ κακοῦ λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δ’ ἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν. Βλάπτουσι δ’ οὐ μόνον κατανέμοντες βοσκήμασιν ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς. προσήκει δὲ μήτ’ ἐν οἰκίαις μήτ’ ἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
