# De specialibus legibus (lib. i‑iv) 241-245

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 241 to 245. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/241

ἀλλὰ καὶ τούτοις ἀναγκαῖον παραινεῖν, ὅπως εὐτονωτέραις καὶ ἐμβριθεστέραις χρώμενοι νουθεσίαις θεραπεύσωσι τὸν τῶν παίδων ῥοῦν, καὶ τοῖς παισίν, ὅπως εὐλαβῶνται τοὺς * * * γινομένους δεδιότες καὶ ὡς ἄρχοντας καὶ ὡς φύσει δεσπότας· μόλις γὰρ οὕτως ἀδικεῖν ὀκνήσουσι. Τὰ μὲν δὴ κατὰ τὴν προτέραν δέλτον πέντε κεφάλαια νόμων καὶ ὅσα τῶν κατὰ μέρος εἰς ἕκαστον ἐλάμβανε τὴν ἀναφορὰν διεξῆλθον. χρὴ δὲ καὶ τὰς ὁρισθείσας ἐπὶ τῇ τούτων παραβάσει τιμωρίας δηλῶσαι. κοινὸς μὲν οὖν ἐστι κατὰ πάντων θάνατος, δι’ ἣν ἔχει τἀδικήματα πρὸς ἄλληλα συγγένειαν. αἰτίαι δὲ τῆς δίκης διάφοροι. ἀρκτέον δ’ ἀπὸ τοῦ τελευταίου τοῦ πρὸς γονεῖς, ἐπειδὴ καὶ περὶ αὐτοῦ λόγος ἔναυλος. ἐάν, φησί, τις τυπτήσῃ πατέρα ἢ μητέρα, καταλευέσθω· πάνυ δικαίως· οὐ γὰρ θέμις ζῆν τῷ προπηλακίζοντι τοὺς τοῦ ζῆν αἰτίους. ἀλλ’ ἔνιοι τῶν εὐπαρύφων καὶ νομοθετῶν πρὸς δόξας ἀπιδόντες μᾶλλον ἢ τὴν ἀλήθειαν ἐκομψεύσαντο κατὰ πατροτυπτῶν ὁρίσαντες χειρῶν ἀποκοπήν, ὑπὲρ τοῦ παρὰ τοῖς εἰκαιοτέροις καὶ ἀνεξετάστοις εὐδοκιμῆσαι νομίζουσιν ἁρμόττον εἶναι τὰ μέρη οἷς ἐτύπτησαν τοὺς γονεῖς ἀκρωτηριάζεσθαι. ἔστι δ’ εὔηθες τοῖς ὑπηρετηκόσι πρὸ τῶν αἰτίων δυσχεραίνειν, τὴν γὰρ ὕβριν οὐ χεῖρες ἀλλὰ διὰ χειρῶν ὑβρισταὶ δρῶσιν, οὓς ἀναγκαῖον κολάζειν· εἰ μὴ καὶ τοὺς ἀνδροφονήσαντας ξίφει μεθετέον ὑπερόριον τὸ ξίφος ῥίψαντας, καὶ τοὐναντίον τοῖς ἀριστεύσασιν ἐν πολέμῳ τιμὰς οὐ δοτέον, ἀλλὰ ταῖς ἀψύχοις παντευχίαις, δι’ ὧν ἠνδραγαθίσαντο·

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
