# De specialibus legibus (lib. i‑iv) 247-250

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 247 to 250. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/247

τί οὖν ἔδει πατροτύπτας, ὦ γενναῖοι νομοθέται, χειροκοπεῖν; ἢ ἵνα πρὸς τῷ εἶναι μηδὲν χρήσιμοι τὸ παράπαν καὶ δασμὸν οὐκ ἐτήσιον ἀλλ’ ἐφήμερον ἀναπράττωσι παρὰ τῶν ἠδικημένων τροφὰς ἀναγκαίας ἅτε πορίζειν ἀδυνατοῦντες; οὐ γὰρ σιδήρειος πατήρ ἐστί τις οὕτως, ὡς λιμῷ περιϊδεῖν θνῄσκοντα υἱόν, καὶ ταῦτα χρόνῳ τῆς ὀργῆς ἀμαυρουμένης. κἂν μὴ ἐπενέγκῃ μέντοι χεῖρας, κακηγορῇ δ’ οὓς χρέος ἀναγκαῖον εὐφημεῖν ἢ καὶ τρόπῳ ἑτέρῳ δρᾷ τι τῶν ἐπ’ ἀτιμίᾳ γονέων, θνῃσκέτω· κοινὸς γὰρ ἐχθρὸς καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δήμιος ἁπάντων· ἐπεὶ τίνι γένοιτ’ ἂν εὐμενὴς ἄλλῳ ὁ μηδὲ τοῖς αἰτίοις τοῦ ζῆν, δι’ οὓς εἰς γένεσιν ἦλθεν, ὧν ἐστι προσθήκη; Πάλιν δ’ ὁ τὴν ἱερὰν ἑβδόμην βέβηλον ἀποφήνας τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος ὑπόδικος ἔστω θανάτου. τοὐναντίον γὰρ τοῖς βεβήλοις καὶ πράγμασι καὶ σώμασι καθαρσίων εὐπορητέον εἰς τὴν ἀμείνω μεταβολήν, ἐπειδὴ „φθόνος”, ὡς ἔφη τις, „ἔξω θείου χοροῦ βαίνει”. τὸ δὲ τολμᾶν τὰ καθωσιωμένα παρακόπτειν καὶ παραχαράττειν ὑπερβάλλουσαν ἀσέβειαν ἐμφαίνει. κατὰ τὴν παλαιὰν ἐκείνην ἐξ Αἰγύπτου μετανάστασιν ἡνίκα δι’ ἐρήμης ἀτριβοῦς ἅπασα ἡ πληθὺς ὡδοιπόρει, γενομένης ἑβδόμης αἱ μὲν τοσαῦται μυριάδες, ὅσας ἐδήλωσα πρότερον, ἐν ταῖς σκηναῖς κατὰ πολλὴν ἡσυχίαν διέτριβον, εἷς δ’ οὐχὶ τῶν ἠμελημένων καὶ ἀφανῶν ὀλίγα φροντίσας τῶν διατεταγμένων καὶ χλευάσας τοὺς φυλάττοντας ἐξῄει μὲν ἐπὶ φρυγανισμόν, ἔργῳ δ’ εἰς παρανομίας ἐπίδειξιν.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
