# De specialibus legibus (lib. i‑iv) 284-289

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 284 to 289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/284

εἴτε γὰρ ἐπὶ προϋπηργμέναις εὐχαριστεῖ, μὴ ἀχαριστησάτω φαῦλος γενόμενος — σπουδαίῳ γὰρ ἐδόθησαν αἱ χάριτες —, εἴτε βεβαιούμενος τὰ παρόντα ἀγαθὰ καὶ χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶν, ἄξιον αὑτὸν παρεχέτω τῶν εὐπραγιῶν ἀστεῖος ὤν, εἴτε κακῶν τινων φυγὴν αἰτούμενος, μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριῶν. Πῦρ, φησίν, ἐπὶ τοῦ θυσιαστηρίου καυθήσεται διὰ παντὸς ἄσβεστον· εἰκότως, οἶμαι, καὶ προσηκόντως· ἐπειδὴ γὰρ αἱ τοῦ θεοῦ χάριτες ἀέναοι καὶ ἀνελλιπεῖς καὶ ἀδιάστατοι, ὧν μεθ’ ἡμέραν καὶ νύκτωρ οἱ ἄνθρωποι τυγχάνουσιν, καὶ τὸ σύμβολον τῆς εὐχαριστίας, ἡ ἱερὰ φλόξ, ζωπυρείσθω καὶ ἀεὶ ἄσβεστος ἔστω. τάχα μέντοι καὶ διὰ τοῦδε βούλεται τὰς παλαιὰς ταῖς νέαις θυσίαις ἁρμόσασθαι καὶ ἑνῶσαι τῇ μονῇ καὶ παρουσίᾳ τοῦ αὐτοῦ πυρός, ᾧ πᾶσαι καθιεροῦνται, πρὸς ἔνδειξιν τοῦ τελείας ἐν εὐχαριστίαις εἶναι, κἂν ἀπὸ μυρίων ὅσων ἀφορμῶν γίνωνται κατὰ περιουσίας ἀφθόνους ἢ τοὐναντίον ἐνδείας τῶν προσαγομένων. τὰ μὲν ῥητὰ ταῦτα [σύμβολα νοητῶν], τὰ δὲ πρὸς διάνοιαν τοῖς τῆς ἀλληγορίας κανόσιν ἐπισκεπτέον· πρὸς ἀλήθειαν τοῦ θεοῦ θυσιαστήριόν ἐστιν ἡ εὐχάριστος τοῦ σοφοῦ ψυχὴ παγεῖσα ἐκ τελείων ἀρετῶν ἀτμήτων καὶ ἀδιαιρέτων· οὐδὲν γὰρ μέρος ἀρετῆς ἀχρεῖον. ἐπὶ ταύτης ἀεὶ τὸ ἱερὸν φῶς ἀνακαίεται φυλαττόμενον ἄσβεστον· διανοίας δὲ φῶς ἐστι σοφία, ἐπεὶ καὶ τοὐναντίον σκότος ψυχῆς ἀφροσύνη· ὅπερ γὰρ αἰσθητὸν φῶς ὀφθαλμοῖς πρὸς κατάληψιν σωμάτων, τοῦτ’ ἐπιστήμη λογισμῷ πρὸς θεωρίαν τῶν ἀσωμάτων καὶ νοητῶν, ἧς ἀεὶ τὸ φέγγος ἐπιλάμπει μηδέποτε ἀμαυρούμενον ἢ σβεννύμενον. Μετὰ ταῦτά φησιν· „ἐπὶ παντὸς δώρου προσοίσετε ἅλα”, δι’ οὗ, καθάπερ καὶ πρότερον εἶπον, τὴν εἰς ἅπαν διαμονὴν αἰνίττεται· φυλακτήριον γὰρ οἱ ἅλες σωμάτων, τετιμημένοι ψυχῆς δευτερείοις· ὡς γὰρ αἰτία τοῦ μὴ διαφθείρεσθαι τὰ σώματα ψυχή, καὶ οἱ ἅλες ἐπὶ πλεῖστον αὐτὰ συνέχοντες καὶ τρόπον τινὰ ἀθανατίζοντες.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
