# De specialibus legibus (lib. i‑iv) 34-3-36

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 34 to 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/34-3

ὀνειδιστέον καὶ τοῖς σκληρὰν καὶ λιθώδη γῆν ἀροῦσιν· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ οἱ στείραις συνερχόμενοι γυναιξί; θήρᾳ γὰρ αὐτὸ μόνον ἡδονῆς ἀκράτορος ὡς οἱ λαγνίστατοι τὰς γονὰς ἑκουσίῳ γνώμῃ διαφθείρουσιν· ἐπεὶ τίνος ἄλλου χάριν ἐγγυῶνται τὰς τοιαύτας; οὐ μὴν δι’ ἐλπίδα τέκνων, ἣν ἴσασιν ἐξ ἀνάγκης ἀτελῆ γενησομένην, ἀλλὰ δι’ ὑπερβάλλοντα οἶστρον καὶ ἀκρασίαν ἀνίατον. ὅσοι μὲν οὖν ἄγονται κόρας ἀγνοίᾳ τοῦ πῶς ἔχουσιν εὐθὺς εὐτοκίας ἢ τοὐναντίον, ὁπόταν χρόνῳ μακρῷ ὕστερον ἐκ τῆς ἀγονίας αἰσθανόμενοι στείρας αὐτὰς μὴ ἀποπέμπωνται, συγγνώμης εἰσὶν ἐπάξιοι συνηθείας, βιαστικωτάτου πράγματος, ἡττώμενοι καὶ φίλτρα ἀρχαῖα συμβιώσει μακρᾷ ταῖς ψυχαῖς ἐνεσφραγισμένα λύειν ἀδυνατοῦντες. ὅσοι δὲ προδεδοκιμασμένας ἑτέροις ἀνδράσιν ὡς εἰσὶν ἄγονοι μνῶνται συῶν τρόπον ἢ τράγων ὀχεύοντες αὐτὸ μόνον, ἐν ἀσεβῶν στήλαις ἐγγραφέσθωσαν ὡς ἀντίπαλοι θεοῦ· τῷ μὲν γὰρ ἅτε φιλοζῴῳ καὶ φιλανθρώπῳ δι’ ἐπιμελείας τῆς πάσης ἐστὶ σωτηρίαν καὶ μονὴν τοῖς γένεσιν ἅπασιν ἐργάζεσθαι, οἱ δ’ ἅμα τῇ καταβολῇ σβέσιν τοῖς σπέρμασι τεχνάζοντες ἐχθροὶ τῆς φύσεως ὁμολογουμένως εἰσίν.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
