# De specialibus legibus (lib. i‑iv) 35-40

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 35 to 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/35

οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατον δὲ καὶ ἐπιστημονικώτατον ὅδε ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι. τοῦτον τὸν τρόπον ἔννοιαν ἐλάβομεν ὑπάρξεως θεοῦ. Τὴν δ’ οὐσίαν, εἰ καὶ δυσθήρατον καὶ δυσκατάληπτον εἶναι συμβέβηκεν, ὅμως καθ’ ὅσον ἐνδέχεται διερευνητέον. ἄμεινον γὰρ οὐδὲν τοῦ ζητεῖν τὸν ἀληθῆ θεόν, κἂν ἡ εὕρεσις αὐτοῦ διαφεύγῃ δύναμιν ἀνθρωπίνην, ἐπειδὴ καὶ ἡ περὶ τὸ βούλεσθαι μαθεῖν σπουδὴ καθ’ αὑτὴν ἀλέκτους ἡδονὰς καὶ εὐφροσύνας ἐργάζεται. μάρτυρες δὲ οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν λόγων καὶ δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες· τούτων γὰρ ὁ λογισμὸς ἀπὸ γῆς ἄνω μετέωρος ἀρθεὶς αἰθεροβατεῖ καὶ συμπεριπολῶν ἡλίῳ καὶ σελήνῃ καὶ τῷ σύμπαντι οὐρανῷ, τἀκεῖ πάντα γλιχόμενος ἰδεῖν, ἀμυδροτέραις χρῆται ταῖς προσβολαῖς, ἀκράτου καὶ πολλοῦ φέγγους ἐκχεομένου, ὡς τὸ τῆς ψυχῆς ὄμμα ταῖς μαρμαρυγαῖς σκοτοδινιᾶν. ἀλλ’ οὐ διὰ τοῦτο προκαμὼν ἀπαγορεύει, γνώμῃ δ’ ἀηττήτῳ πρὸς τὴν ἐνδεχομένην θέαν ἵεται, καθάπερ ἐν ἄθλοις δευτερείων μεταποιούμενος, ἐπειδὴ τῶν πρώτων ἐσφάλη. φαντασίας δ’ ἀληθοῦς δεύτερά ἐστιν εἰκασία καὶ στοχασμὸς καὶ ὅσα εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἰδέαν ἀνάγεται. καθάπερ οὖν οἷός ἐστι τῶν ἀστέρων ἕκαστος κατὰ τὴν οὐσίαν εἱλικρινῶς οὔτ’ εἰδότες οὔτε δυνάμενοι σαφῶς διαγνῶναι ζητεῖν ὅμως προθυμούμεθα, τερπόμενοι τοῖς εἰκόσι λόγοις ἕνεκα τοῦ φύσει φιλομαθοῦς, τὸν αὐτὸν τρόπον, εἰ καὶ τῆς κατὰ τὸν ὄντως ὄντα θεὸν ἐναργοῦς φαντασίας ἀμοιροῦμεν, ὀφείλομεν μὴ ἀπολείπεσθαι τῆς ζητήσεως αὐτοῦ, διὰ τὸ τὴν σκέψιν καὶ ἄνευ τῆς εὑρέσεως καθ’ αὑτὴν τριπόθητον εἶναι, ἐπεὶ καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς οὐδεὶς αἰτιᾶται, παρόσον ἥλιον αὐτὸν ἰδεῖν ἀδυνατοῦντες τὴν φερομένην ἀπόρροιαν τῶν ἀκτίνων ἐπὶ γῆν ὁρῶσιν, ἡλιακῶν αὐγῶν ἔσχατον

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
