# De specialibus legibus (lib. i‑iv) 48-51

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 48 to 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/48

ὀνομάζουσι δ’ αὐτὰς οὐκ ἀπὸ σκοποῦ τινες τῶν παρ’ ὑμῖν ἰδέας, ἐπειδὴ ἕκαστα τῶν ὄντων εἰδοποιοῦσι τὰ ἄτακτα τάττουσαι καὶ τὰ ἄπειρα καὶ ἀόριστα καὶ ἀσχημάτιστα περατοῦσαι καὶ περιορίζουσαι καὶ σχηματίζουσαι καὶ συνόλως τὸ χεῖρον εἰς τὸ ἄμεινον μεθαρμοζόμεναι. μήτ’ οὖν ἐμὲ μήτε τινὰ τῶν ἐμῶν δυνάμεων κατὰ τὴν οὐσίαν ἐλπίσῃς ποτὲ δυνήσεσθαι καταλαβεῖν. τῶν δ’ ἐφικτῶν, ὡς εἶπον, ἑτοίμως καὶ προθύμως μεταδίδωμι· ταῦτα δ’ ἐστὶν ἐπὶ τὴν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καλέσαι θέαν, ἣν οὐ σώματος ὀφθαλμοῖς ἀλλὰ τοῖς διανοίας ἀκοιμήτοις ὄμμασι συμβαίνει καταλαμβάνεσθαι. μόνον ὁ σοφίας ἵμερος συνεχὴς ἔστω καὶ πυκνός, ἣ δογμάτων ἀοιδίμων καὶ περικαλλεστάτων ἀναπίμπλησι τοὺς φοιτητὰς καὶ γνωρίμους αὐτῆς“. ταῦτα ἀκούσας οὐκ ἐπαύσατο τῆς ἐπιθυμίας, ἀλλ’ ἔτι τὸν ἐπὶ τοῖς ἀοράτοις πόθον ἐζωπύρει. Καὶ πάντας τοὺς ὁμοιοτρόπους εἴτ’ οὖν φύντας ἐξ ἀρχῆς εἴτε καὶ ἐκ τοῦ μεταβάλλεσθαι πρὸς τὴν ἀμείνω τάξιν κρείττους γεγονότας ἀποδέχεται, τοὺς μὲν ὅτι τὴν εὐγένειαν οὐ κατέλυσαν, τοὺς δ’ ὅτι πρὸς εὐσέβειαν ἠξίωσαν μεθορμίσασθαι — τούτους δὲ καλεῖ προσηλύτους ἀπὸ τοῦ προσεληλυθέναι καινῇ καὶ φιλοθέῳ πολιτείᾳ —, οἳ μυθικῶν μὲν ἀλογοῦσι πλασμάτων, περιέχονται δὲ ἀκραιφνοῦς ἀληθείας.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
