# De specialibus legibus (lib. i‑iv) 87-90

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), 87 to 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-specialibus-legibus-lib-i-iv/87

δεύτερον δ’ ἐκεῖνο· μὴ πάντα, φησίν, ἴσθι τοῦ κέρδους, ἀλλὰ καὶ ἑκὼν ζημίαν ὑπόμεινον, ἵνα καὶ τὴν ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃς, ἀλλὰ μὴ ὡς ἐπὶ καινῷ καὶ ξένῳ δυσχεραίνων ἀθυμήσῃς. εἰσὶ γὰρ τῶν πλουσίων οὕτως ἀτυχεῖς τὰς γνώμας τινές, ὥστε ἀπορίας ἐπισχούσης στένουσι καὶ κατηφοῦσιν οὐδὲν ἧττον ἢ εἰ πᾶσαν ἀφῃρέθησαν τὴν οὐσίαν. ἀλλὰ τῶν Μωυσέως ὁμιλητῶν ὅσοι φοιτηταὶ γνήσιοι καλοῖς ἐνασκούμενοι νομίμοις ἐκ πρώτης ἡλικίας ἐθίζονται τὰς ἐνδείας εὐμαρῶς ὑπομένειν διὰ τοῦ καὶ τὴν ἀρετῶσαν χώραν ἐᾶν ἀργήν, ἅμα καὶ μεγαλοφροσύνην ἀναδιδασκόμενοι καὶ τὰς ὁμολογουμένας προσόδους μόνον οὐκ ἐκ τῶν χειρῶν ἑκουσίῳ γνώμῃ μεθιέναι. τρίτον κἀκεῖνο αἰνίττεσθαί μοι δοκεῖ, τὸ μηδενὶ προσήκειν τὸ παράπαν ἀνθρώπους ἄχθει βαρύνειν καὶ πιέζειν· εἰ γὰρ τοῖς μέρεσι τῆς γῆς, ἃ μήτε ἡδονῆς μήτε ἀλγηδόνος πέφυκε κοινωνεῖν, μεταδοτέον ἀναπαύλης, πῶς οὐχὶ μᾶλλον ἀνθρώποις, οἷς οὐ μόνον αἴσθησις πρόσεστιν ἡ κοινὴ καὶ τῶν ἀλόγων ζῴων, ἀλλὰ καὶ λογισμὸς ἐξαίρετος, ᾧ τὰ ἐκ πόνων καὶ καμάτων ὀδυνηρὰ τρανοτέραις φαντασίαις ἐντυποῦται; παυσάσθωσαν οὖν οἱ λεγόμενοι δεσπόται τῶν ἐπὶ δούλοις σφοδρῶν καὶ δυσυπομονήτων ἐπιταγμάτων, ἃ καὶ τὰ σώματα κατακλᾷ βιαζόμενα καὶ τὰς ψυχὰς πρὸ τῶν σωμάτων ἀπαγορεύειν ἀναγκάζει.

---

Philo Judaeus, De specialibus legibus (lib. i‑iv), ed. Leopold Cohn, Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg024.local001/.
