Ancient Greek · ~4 min
2.110 to 2.114
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.110-114
Not analysed yet
ὁ μὲν οὖν ὑποδύτης ἀμιγεστέρας ἰδέας· ὅλος γὰρ ὑακίνθινος, ἔξω τῶν κατωτάτω καὶ πρὸς ἐσχατιὰς μερῶν, ταῦτα γὰρ ἐποικίλλετο χρυσοῖς ῥοΐσκοις καὶ κώδωσι καὶ ἀνθίνοις πλέγμασιν. ἡ δ’ ἐπωμίς, ἐκπρεπέστατον ἔργον καὶ τεχνικώτατον, ἐπιστήμῃ τελειοτάτῃ κατεσκευάζετο τοῖς προειρημένοις γένεσιν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κοκκίνῳ, συγκαταπλεκομένου χρυσοῦ· πέταλα γὰρ εἰς λεπτὰς τρίχας κατατμηθέντα πᾶσι τοῖς νήμασι συνυφαίνετο. λίθοι δ’ ἐπὶ τῶν ἀκρωμίων ἐνηρμόζοντο σμαράγδου πολυτελοῦς δύο τιμαλφέστατοι, οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ’ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ’ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ. τὸ δὲ λογεῖον τετράγωνον διπλοῦν κατεσκευάζετο ὡσανεὶ βάσις, ἵνα δύο ἀρετὰς ἀγαλματοφορῇ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅλον δ’ ἁλυσειδίοις χρυσοῖς ἀνήρτητο πρὸς τὴν ἐπωμίδα, σφιγγόμενον ἐξ αὐτῆς, ὑπὲρ τοῦ μὴ χαλᾶσθαι. χρυσοῦν δὲ πέταλον ὡσανεὶ στέφανος ἐδημιουργεῖτο τέτταρας ἔχον γλυφὰς ὀνόματος, ὃ μόνοις τοῖς ὦτα καὶ γλῶτταν σοφίᾳ κεκαθαρμένοις θέμις ἀκούειν καὶ λέγειν ἐν ἁγίοις, ἄλλῳ δ’ οὐδενὶ τὸ παράπαν οὐδαμοῦ.