Ancient Greek · ~3 min
2.116 to 2.118
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.116-118
Not analysed yet
μίτρα δ’ ἦν ὑπ’ αὐτῷ, τοῦ μὴ ψαύειν τῆς κεφαλῆς τὸ πέταλον. πρὸς δὲ καὶ κίδαρις κατεσκευάζετο· κιδάρει γὰρ οἱ τῶν ἑῴων βασιλεῖς ἀντὶ διαδήματος εἰώθασι χρῆσθαι. Τοιαύτη μὲν ἡ τοῦ ἀρχιερέως ἦν ἐσθής. ὃν δ’ ἔχει λόγον οὐ παρασιωπητέον αὐτή τε καὶ τὰ μέρη. ὅλη μὲν δὴ γέγονεν ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου, τὰ δὲ μέρη τῶν καθ’ ἕκαστον μερῶν. ἀρκτέον δ’ ἀπὸ τοῦ ποδήρους. οὗτος ὁ χιτὼν σύμπας ἐστὶν ὑακίνθινος, ἀέρος ἐκμαγεῖον· φύσει γὰρ ὁ ἀὴρ μέλας καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται.