Ancient Greek · ~2 min
2.125 to 2.126
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.125-126
Not analysed yet
ὅθεν ἐνηρμόζοντο καὶ τῷ προσαγορευθέντι δεόντως λογείῳ· λόγῳ γὰρ αἱ τροπαὶ καὶ ἐτήσιοι ὧραι τεταγμένῳ καὶ παγίῳ συνίστανται, τὸ παραδοξότατον, διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν. εὖ δ’ ἔχει καὶ πάνυ καλῶς τὸ τοῖς χρώμασι τοὺς δώδεκα λίθους διαλλάττειν καὶ μηδένα ὅμοιον εἶναι μηδενί· καὶ γὰρ τῶν ἐν τῷ ζῳοφόρῳ ἕκαστον ἀποτελεῖ τι χρῶμα οἰκεῖον κατά τε ἀέρα καὶ γῆν καὶ ὕδωρ καὶ τὰ τούτων παθήματα καὶ ἔτι κατὰ τὰ τῶν ζῴων καὶ φυτῶν γένη πάντα.