Ancient Greek · ~4 min
2.134 to 2.137
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.134-137
Not analysed yet
ἀναγκαῖον γὰρ ἦν τὸν ἱερωμένον τῷ τοῦ κόσμου πατρὶ παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν. ἴσως μέντοι καὶ προδιδάσκει τὸν τοῦ θεοῦ θεραπευτήν, εἰ καὶ μὴ τοῦ κοσμοποιοῦ δυνατόν, ἀλλὰ τοῦ γε κόσμου διηνεκῶς ἄξιον εἶναι πειρᾶσθαι, οὗ τὸ μίμημα ἐνδυόμενος ὀφείλει τῇ διανοίᾳ τὸ παράδειγμα εὐθὺς ἀγαλματοφορῶν αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν —θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα —,βραχὺς κόσμος εἶναι. Τῶν δὲ προπυλαίων ἔξω παρὰ ταῖς εἰσόδοις λουτήρ ἐστι χαλκοῦς, οὐκ ἀργὸν ὕλην λαβόντος τοῦ τεχνίτου πρὸς τὴν κατασκευήν, ὅπερ φιλεῖ γίνεσθαι, σκεύη δ’ ἐπιμελῶς δημιουργηθέντα πρὸς ἑτέραν χρείαν, ἃ μετὰ σπουδῆς καὶ φιλοτιμίας πάσης αἱ γυναῖκες εἰσήνεγκαν ἁμιλλώμεναι τοῖς ἀνδράσι πρὸς εὐσέβειαν, ἀγώνισμα καλὸν ἄρασθαι διανοηθεῖσαι καὶ καθ’ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος· κάτοπτρα γάρ, οἷς εὐμορφίαν εἰώθασι διακοσμεῖσθαι, μηδενὸς προστάξαντος, αὐτοκελεύστῳ προθυμίᾳ σωφροσύνης καὶ τῆς περὶ γάμον ἁγνείας καὶ τί γὰρ ἀλλ’ ἢ ψυχικοῦ κάλλους ἀπαρχὴν πρεπωδεστάτην ἀπήρξαντο.