Ancient Greek · ~7 min
2.140 to 2.145
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.140-145
Not analysed yet
τὸ μὲν γὰρ τοῦ σώματος ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, βραχὺν τῆς ἀκμῆς ἔχον καιρόν, τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ, μὴ χρόνου μήκει μαραινόμενον, ἀλλ’ ἐφ’ ὅσον ἐγχρονίζει καινούμενον καὶ νεάζον, χρώματι διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα. “Διδαχθέντι δ’ αὐτῷ τὰ παραδείγματα τῆς ἱερᾶς σκηνῆς καὶ ἀναδιδάξαντι τοὺς διανοίᾳ ὀξεῖς καὶ εὐφυῶς ἔχοντας πρὸς ἀνάληψιν καὶ τελείωσιν ἔργων, ἅπερ ἀναγκαίως εἶχε δημιουργηθῆναι, κατὰ τὸ εἰκὸς ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε. τὸν μὲν οὖν ἀδελφὸν ἐξ ἁπάντων ἐπικρίνας ἀριστίνδην ἀρχιερέα, τοὺς δ’ ἐκείνου παῖδας ἱερεῖς ἐχειροτόνει, προνομίαν οὐ τῷ οἰκείῳ γένει διδούς, ἀλλ’ εὐσεβείᾳ καὶ ὁσιότητι, ἃς ἐνεώρα τοῖς ἀνδράσιν ὑπούσας. σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν —δύο γὰρ ἦσαν αὐτῷ —τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ. καθίστη δὲ μετὰ τῆς ἅπαντος τοῦ ἔθνους γνώμης, ὡς τὰ λόγια ὑφηγεῖτο, καινότατον τρόπον καὶ ἄξιον ἱστορηθῆναι· λούει τὸ πρῶτον αὐτοὺς ὕδατι πηγῆς τῷ καθαρωτάτῳ καὶ ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ’ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε καὶ περισκελῆ πᾶσι· τὰς μέν, ὅπως ἀνεμπόδιστοι καὶ ἑτοιμότεροι πρὸς τὰς ἱερὰς ὑπουργίας ὦσι, σφιγγομένων τοὺς ἀνειμένους κόλπους τῶν χιτώνων, τὰ δ’, ὅπως μηδὲν ὧν κρύπτεσθαι θέμις προφαίνηται, καὶ μάλιστ’ ἀνερχομένων ἐπὶ τὸν βωμὸν ἢ κατιόντων ἄνωθεν καὶ πάντα δρώντων μετὰ σπουδῆς καὶ τάχους· εἰ γὰρ μὴ οὕτως ἀκριβὴς γεγένητο ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα