Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.148
Not analysed yet
τῶν δὲ κριῶν τὸν μὲν ἕτερον εἰς ὁλοκαύτωμα εὐχαριστήριον τῆς τῶν ὅλων διοικήσεως, ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις —ἐπειδὴ πασῶν ἀὴρ ὄργανον —καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα·