Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.153
Not analysed yet
θυσίας δ’ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος —ὀγδόη δ’ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν —,εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας.