Ancient Greek · ~6 min
2.155 to 2.161
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.155-161
Not analysed yet
δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ’ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας· ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων· ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ’ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ. ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης. Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ’ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας. ἡ δ’ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα. τὸ δ’ ἔργον τοιόνδε ἦν· Μωυσέως ἀναβάντος εἰς τὸ πλησίον ὄρος καὶ πλείους ἡμέρας ἰδιάζοντος τῷ θεῷ, τὴν ἀπουσίαν αὐτοῦ καιρὸν ἐπιτήδειον εἶναι νομίσαντες οἱ μὴ βέβαιοι τὰς φύσεις, ὥσπερ ἀναρχίας γενομένης, ἄφετοι πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων.