Ancient Greek · ~2 min
2.172 to 2.173
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.172-173
Not analysed yet
οἱ δὲ τὴν παραίνεσιν ἑτοιμότητι φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ’ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. κειμένων δ’ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται. Μωυσῆς δὲ τὴν ἀριστείαν ἀποδεξάμενος γέρας ἐπενόησε καὶ ἐβεβαίωσε τῇ πράξει τὸ οἰκεῖον· ἔδει γὰρ τοὺς ὑπὲρ θεοῦ τιμῆς ἑκούσιον πόλεμον ἀραμένους καὶ βραχεῖ καιρῷ κατωρθωκότας ἀξιωθῆναι τῆς θεραπείας αὐτοῦ λαχόντας ἱερωσύνην.