Ancient Greek · ~3 min
2.206 to 2.209
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.206-209
Not analysed yet
εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην. οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ’ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι’ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν. ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ’ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα; Μετὰ δὲ τὴν τοῦ γεννητοῦ τῶν ὅλων τιμὴν τὴν ἱερὰν ἑβδόμην ἐσέμνυνεν ὁ προφήτης ἰδὼν αὐτῆς ὀξυωπεστέροις ὄμμασι κάλλος ἐξαίσιον ἐνεσφραγισμένον οὐρανῷ τε καὶ τῷ σύμπαντι κόσμῳ καὶ ὑπὸ τῆς φύσεως αὐτῆς ἀγαλματοφορούμενον.