Ancient Greek · ~3 min
2.212 to 2.213
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.212-213
Not analysed yet
οὐχ ὅπερ μεθοδεύουσιν οἱ λογοθῆραι καὶ σοφισταὶ πιπράσκοντες ὡς ἄλλο τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς δόγματα καὶ λόγους, οἳ φιλοσοφίᾳ κατὰ φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε.) χρώμενοι δι’ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας. τούτου δή τις ἀλογήσας τοῦ διατάγματος, ἔτι τοὺς χρησμοὺς ἐναύλους ἔχων τοὺς περὶ τῆς ἱερᾶς ἑβδόμης, οὓς ἐθέσπισεν ἄνευ προφήτου ὁ θεὸς διὰ φωνῆς —τὸ παραδοξότατον—ὁρατῆς, ἣ τῶν παρατυγχανόντων ὀφθαλμοὺς ὤτων ἐπήγειρε μᾶλλον, ἐπὶ φρυγανισμὸν ἐξῄει διὰ μέσου τοῦ στρατοπέδου πάντας εἰδὼς ἐν ταῖς σκηναῖς ἠρεμοῦντας, καὶ δρῶν ἔτι τἀδίκημα καταφανὴς ὑπὲρ τοῦ μὴ λαθεῖν γίνεται.