Ancient Greek · ~7 min
2.215 to 2.220
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.215-220
Not analysed yet
ἔθος γὰρ ἦν, ἀεὶ μὲν κατὰ τὸ παρεῖκον, προηγουμένως δὲ ταῖς ἑβδόμαις, ὡς ἐδήλωσα καὶ πρόσθεν, φιλοσοφεῖν, τοῦ μὲν ἡγεμόνος ὑφηγουμένου καὶ διδάσκοντος ἅ τε χρὴ πράττειν καὶ λέγειν, τῶν δ’ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον. ἀφ’ οὗ καὶ εἰσέτι νῦν φιλοσοφοῦσι ταῖς ἑβδόμαις Ἰουδαῖοι τὴν πάτριον φιλοσοφίαν τὸν χρόνον ἐκεῖνον ἀναθέντες ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν περὶ φύσιν· τὰ γὰρ κατὰ πόλεις προσευκτήρια τί ἕτερόν ἐστιν ἢ διδασκαλεῖα φρονήσεως καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ θεῖα; τότε μὲν οὖν εἰς εἱρκτὴν ὁ τηλικοῦτον ἀσέβημα δράσας ἀπάγεται. Μωυσῆς δὲ ἀπορῶν ὅ τι χρὴ παθεῖν τὸν ἄνθρωπον —ᾔδει γὰρ ἄξια θανάτου διαπεπραγμένον, ἀλλὰ τίς ἂν γένοιτο τρόπος ἁρμόζων τῆς τιμωρίας; —ἀφικνεῖται πρὸς τὸ ἀόρατον ἀοράτῳ ψυχῇ δικαστήριον καὶ ἐπυνθάνετο τοῦ καὶ πρὶν ἀκοῦσαι πάντ’ ἐπισταμένου δικαστοῦ, τί κέκρικεν. ὁ δ’ ἀποφαίνεται τὴν γνῶσιν, ὅτι καὶ θνῄσκειν ὀφείλει καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. διὰ τί; ὅτι οὐχ αἱ βάναυσοι μόνον ἀλλὰ καὶ αἱ ἄλλαι τέχναι καὶ πραγματεῖαι καὶ μάλιστα αἱ περὶ πορισμὸν καὶ βίου ζήτησιν ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν. ὕλη δὲ ξύλα πυρός, ὡς τὸν ξυλιζόμενον ἀδελφὸν καὶ συγγενὲς ἁμάρτημα τῷ καίοντι δρᾶν, τὸ παρανόμημα διπλασιάζοντα, τῇ μὲν ὅτι προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ’ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς.