Ancient Greek · ~7 min
2.232 to 2.237
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.232-237
Not analysed yet
τὰ δ’ αὐτὰ ἐπιτετράφθω καὶ τοῖς μὴ διὰ πένθος ἀλλὰ μακρᾶς χάριν ἀποδημίας κωλυομένοις ἅμα τῷ παντὶ ἔθνει συνιερουργεῖν· οὐ γὰρ οἱ ξενιτεύοντες ἢ ἑτέρωθι οἰκοῦντες ἀδικοῦσιν, ὡς στέρεσθαι τῆς ἴσης τιμῆς, καὶ ταῦτα μὴ χωρούσης διὰ πολυανθρωπίαν τὸ ἔθνος μιᾶς χώρας, ἀλλ’ ἀποικίας πανταχόσε διαπεμψαμένης. “Τοσαῦτα διειλεγμένος περὶ τῶν ὑστερησάντων μὲν ἅμα τῷ πλήθει θῦσαι τὰ διαβατήρια κατὰ συντυχίας ἀβουλήτους, ἐκπλῆσαι δ’ εἰ καὶ ὀψὲ ἀλλ’ οὖν ἀναγκαίως τὸ ἐλλειφθὲν σπουδασάντων, ἐπὶ τελευταῖον μέτειμι διάταγμα τὸ περὶ τῆς τῶν κλήρων διαδοχῆς, ὅπερ ὁμοίως μικτὸν ἦν ἐκ πεύσεως καὶ ἀποκρίσεως λαβὸν τὴν σύστασιν. ἦν τις ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν· „ὁ μὲν πατὴρ ἡμῶν ἐτελεύτησεν, ἐτελεύτησε δ’ ἐν οὐδεμιᾷ στάσει γενόμενος, ἐφ’ ὧν συνέβη διαφθαρῆναι μυρίους, ἀλλ’ ἐζήλωσε βίον ἀπράγμονα καὶ ἰδιώτην, εἰ μὴ ἄρα ἐν ἁμαρτίᾳ θετέον τὸ γενεᾶς ἄρρενος ἀμοιρῆσαι. πάρεσμεν δ’ ἡμεῖς ὅσα μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ’ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις. “ὁ δὲ θαυμάσας τὴν φρόνησιν τῶν παρθένων καὶ τὴν πρὸς τὸν γεινάμενον εὔνοιαν ἐπέσχεν ὑφ’ ἑτέρας ἑλκόμενος φαντασίας, καθ’ ἣν τὰς κληρουχίας ἄνδρες ὤφειλον διανέμεσθαι γέρας ληψόμενοι στρατείας καὶ πολέμων οὓς διήθλησαν, γυναικὶ δ’ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ’ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν. ὅθεν εἰκότως τῆς διανοίας ἀμφικλινῶς ἐχούσης καὶ ἀντισπωμένης, ἀναφέρει τῷ θεῷ τὴν διαπόρησιν, ὃν ᾔδει μόνον ἀψευδέσι καὶ ἀπλανεστάτοις κριτηρίοις τὰς κατὰ μικρὸν διαφορὰς διαστέλλοντα πρὸς ἐπίδειξιν ἀληθείας καὶ δικαιοσύνης.