Ancient Greek · ~4 min
2.239 to 2.241
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.239-241
Not analysed yet
ὦ δέσποτα, πῶς ἂν σέ τις ὑμνήσειε, ποίῳ στόματι, τίνι γλώττῃ, ποίᾳ φωνῆς ὀργανοποιίᾳ, ποίῳ ψυχῆς ἡγεμονικῷ; οἱ γὰρ ἀστέρες εἷς γενόμενοι χορὸς ᾄσονταί τι μέλος ἐπάξιον; ὁ δ’ οὐρανὸς ὅλος εἰς φωνὴν ἀναλυθεὶς δυνήσεταί τι τῶν σῶν ἀρετῶν διηγήσασθαι μέρος; „ὀρθῶς“ φησίν "ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ. “τοῦθ’ ἡλίκον ἐστὶν ἐγκώμιον θεοῦ μαρτυροῦντος, τίς οὐκ οἶδε; πάριτε νῦν, οἱ ἀλαζόνες, οἱ μέγα πνέοντες ἐπὶ ταῖς εὐπραγίαις, οἱ τοὺς αὐχένας πλέον τῆς φύσεως ἐπαίροντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, παρ’ οἷς χηρεία μὲν γυναικῶν γέλως, [καὶ] οἰκτρὸν κακόν, ἐρημία δὲ παίδων ὀρφανῶν, οἰκτρότερον τοῦ προτέρου, χλευάζεται· καὶ κατιδόντες ὅτι οὕτω ταπεινοὶ καὶ ἀτυχεῖς εἶναι δοκοῦντες οὐκ ἐν ἐξουθενημένοις καὶ ἀφανέσι τάττονται παρὰ τῷ θεῷ, οὗ τῆς ἀρχῆς τὸ ἀτιμότατον μέρος εἰσὶν αἱ πανταχοῦ τῆς οἰκουμένης βασιλεῖαι, διότι καὶ ὁ τῆς γῆς ἅπας ἐν κύκλῳ περίβολος ἐσχατιὰ τῶν ἔργων ἐστὶν αὐτοῦ, δέξασθε νουθεσίαν ἀναγκαίαν.