Ancient Greek · ~3 min
2.243 to 2.244
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.243-244
Not analysed yet
θεσπίσας δὲ περὶ ὧν ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ’ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον. μετὰ δὲ θυγατέρας τρίτους ἀδελφοὺς καλεῖ, τετάρτην δὲ θείοις πρὸς πατρὸς ἀπονέμει τάξιν, αἰνιττόμενος ὅτι καὶ πατέρες γένοιντ’ ἂν υἱῶν κληρονόμοι· πάνυ γὰρ εὔηθες ὑπολαβεῖν, ὅτι πατρὸς ἀδελφῷ νέμων κλῆρον ἀδελφιδοῦ διὰ τὴν πρὸς πατέρα συγγένειαν αὐτὸν ἀφείλετο τὸν πατέρα τῆς διαδοχῆς.