Ancient Greek · ~2 min
2.246 to 2.247
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.246-247
Not analysed yet
Ταῦτ’ ἀναγκαίως διεξεληλυθὼς περὶ τῶν μικτὴν ἐχόντων κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω τὰ κατ’ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ’ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς. ἄνδρες γὰρ ὁμοῦ καὶ γυναῖκες ἀτριβῆ καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ’ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ’ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι.