Ancient Greek
2.249 to 2.251
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.249-251
Not analysed yet
οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ’ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν’, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν. ἀλλὰ γὰρ οἱ μὲν πρὸς τὸ ἄπορον τῆς ἀνάγκης διεπτόηντο δυσθανατοῦντες· ὁ δὲ προφήτης, ὑπ’ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ’ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε· "τὸ μὲν δέος ἀναγκαῖον, φόβος ἐγγὺς καὶ μέγας ὁ κίνδυνος· ἐξ ἐναντίας ἀχανές ἐστι πέλαγος, ὑπόδρομος εἰς καταφυγὴν οὐδείς, ἀπορία πλοίων, κατόπιν ἔφεδροι φάλαγγες ἐχθρῶν, αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως.