Ancient Greek · ~7 min
2.257 to 2.262
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.257-262
Not analysed yet
τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ’ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ’ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον. Τοῦτ’ ἐστὶ τῆς κατ’ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε —καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος —,ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον. ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.” τοῦτ’ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ’ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν. ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων; ἀλλ’ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς