Ancient Greek
2.3 to 2.4
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.3-4
Not analysed yet
περὶ ὧν νυνὶ λέγειν εἱλόμην ἀναγκαίως ὑπολαβὼν τῷ αὐτῷ πάντ’ ἐφαρμόττειν· ἐγένετο γὰρ προνοίᾳ θεοῦ βασιλεύς τε καὶ νομοθέτης καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ ἐν ἑκάστῳ τὰ πρωτεῖα ἠνέγκατο· διὰ τί δὲ τῷ αὐτῷ πάντ’ ἐφαρμόττει, δηλωτέον. βασιλεῖ προσήκει προστάττειν ἃ χρὴ καὶ ἀπαγορεύειν ἃ μὴ χρή· πρόσταξις δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον.