Ancient Greek · ~3 min
2.54 to 2.57
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.54-57
Not analysed yet
πελάγη μὲν ἀρθέντα καὶ ποταμοὶ μετεωρισθέντες αὐθιγενεῖς τε καὶ χείμαρροι τὰς ἐν τῇ πεδιάδι πόλεις ἁπάσας ἐπέκλυσαν καὶ κατέσυραν, τὰς δὲ κατὰ τὴν ὀρεινὴν αἱ μεθ’ ἡμέραν καὶ νύκτωρ συνεχεῖς καὶ ἀδιάστατοι ὄμβρων φοραί. χρόνῳ δ’ ὕστερον ἐκ τῶν ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ’ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη. τότ’ οὖν, ὡς μηνύει τὰ λόγια, κεραυνοὶ ῥυέντες ἐξ οὐρανοῦ τούς τε ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός. ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας.