Ancient Greek
2.61 to 2.62
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.61-62
Not analysed yet
ᾔδει γὰρ τὴν τοῦ θεοῦ φύσιν ἵλεω, κἂν εἰ τὰ εἴδη φθείροιτο, ἀλλά τοι τὴν ἐν τοῖς γένεσιν ἀφθαρσίαν ἕνεκα τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ τοῦ μηδὲν τῶν κατὰ πρόθεσιν φύντων ποτὲ λυθῆναι διαμένουσαν· οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει. μετὰ δὲ τὴν εἴσοδον ἁπάντων εἴ τις ἐθεάσατο τὸ πλήρωμα, οὐκ ἂν διήμαρτεν εἰπών, ἀντίμιμον εἶναι γῆς ἁπάσης ἐν ἑαυτῷ φέρον τὰ ζῴων γένη, ὧν καὶ ἡ σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει.