Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.65
Not analysed yet
ταῦτα τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα καὶ ἆθλα, δι’ ὧν οὐ μόνον αὐτοὶ καὶ γένη σωτηρίας ἔτυχον τοὺς μεγίστους κινδύνους ἐκφυγόντες, οἳ κατὰ τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής, ἀιδίου γενητή. ***