Ancient Greek · ~2 min
2.67 to 2.68
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.67-68
Not analysed yet
τοιγαροῦν μετ’ ὀλίγων ἄλλων φιλόθεός τε καὶ θεοφιλὴς ἐγένετο, καταπνευσθεὶς ὑπ’ ἔρωτος οὐρανίου καὶ διαφερόντως τιμήσας τὸν ἡγεμόνα τοῦ παντὸς καὶ ἀντιτιμηθεὶς ὑπ’ αὐτοῦ· τιμὴ δ’ ἁρμόττουσα σοφῷ θεραπεύειν τὸ πρὸς ἀλήθειαν ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν εἰς τὰς λειτουργίας καὶ ἱερὰς ὑπηρεσίας ἀναδιδασκόμενος. ἔδει δὲ πρότερον ὥσπερ τὴν ψυχὴν καὶ τὸ σῶμα καθαρεῦσαι, μηδενὸς πάθους προσαψάμενον, ἀλλ’ ἁγνεύσαντα ἀπὸ πάντων ὅσα τῆς θνητῆς ἐστι φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας.